Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.210 Joseph. AJ 16.216 (English) >>Joseph. AJ 16.221

16.213

Τοιαῦτα μὲν οὖν βασιλεύς. Φερώρας δʼ ἐπʼ αὐτοφώρῳ τῇ μοχθηρίᾳ Σαλώμην ἔφη ταῦτα συμπείσειν καὶ παρʼ ἐκείνης εἶναι τοὺς λόγους. δὲ ὡς μόνον ἤκουσεν, ἐτύγχανεν δὲ παροῦσα, πιθανῶς ἀνεβόησεν, 16.214ὡς οὐδὲν εἴη παρʼ αὐτῆς τοιοῦτον, καὶ ὅτι διὰ σπουδῆς ἐστιν ἅπασιν εἰς μῖσος ἀγαγεῖν αὐτὴν τοῦ βασιλέως καὶ πάντα τρόπον ἐνέχειν διὰ τὴν εὔνοιαν, ἣν ἔχοι περὶ τὸν Ἡρώδην ἀεὶ προγινώσκουσα τοὺς κινδύνους. 16.215ἐν δὲ τῷ παρόντι καὶ μᾶλλον ἐπιβουλεύεσθαι· μόνη γὰρ ἀναπείθουσα τὸν ἀδελφὸν ἐκβάλλειν ἣν εἶχε γυναῖκα, λαμβάνειν δὲ θυγατέρα τὴν βασιλέως εἰκότως ὑπʼ ἐκείνου μεμισῆσθαι. 16.216τοιαῦτα λεγούσης καὶ πολλάκις μὲν ἐπιδραττομένης τῶν τριχῶν, πολλάκις δὲ τυπτούσης τὰ στέρνα, μὲν ὄψις εἶχέ τι πρὸς τὴν ἄρνησιν πιθανόν, δὲ κακοήθεια τοῦ τρόπου τὴν ἐν τοῖς γινομένοις ὑπόκρισιν ἀπεσήμαινεν. 16.217 δὲ Φερώρας εἰς μέσον ἀπείληπτο μηδὲν εὔσχημον εἰς ἀπολογίαν ἔχων, εἰπεῖν μὲν ὡμολογηκώς, ἀκοῦσαι δʼ οὐ πιστευόμενος. ἐγένετο δʼ ἐπὶ πλεῖον τε σύγχυσις καὶ τῶν λόγων εἰς ἀλλήλους ἅμιλλα. 16.218τέλος δὲ βασιλεὺς τόν τε ἀδελφὸν καὶ τὴν ἀδελφὴν μεμισηκὼς ἀπεπέμπετο καὶ τὸν υἱὸν ἐπαινέσας τῆς ἐγκρατείας καὶ τοῦ πρὸς αὐτὸν ἀνενεγκεῖν τοὺς λόγους ὀψὲ τῆς ὥρας περὶ θεραπείαν τοῦ σώματος ἐγένετο.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.210 Joseph. AJ 16.216 (English) >>Joseph. AJ 16.221

Powered by PhiloLogic